Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
  2. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
  3. ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
  4. ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
  6. αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
  7. ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
  8. οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
  9. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  10. ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
  11. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
  12. δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  13. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  14. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
  15. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
  16. ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
  17. πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
  18. πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
  19. αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
  20. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
  21. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  22. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  23. βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
  24. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
  25. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
  26. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  27. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  28. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  29. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  30. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  31. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  32. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  33. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
  34. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
  35. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  36. χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
  37. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  38. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  39. οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
  40. μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
  41. ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
  42. μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
  43. τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
  44. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  45. εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
  46. ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
  47. εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
  48. νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
  49. ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
  50. τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
  51. ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,
  52. οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη
  53. κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
  54. αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  55. πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος
  56. ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,
  57. ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα
  58. βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
  59. καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
  60. ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
  61. ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν
  62. ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
  63. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  64. βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
  65. γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,
  66. τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  67. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
  68. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
  69. ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·
  70. σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,
  71. κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
  72. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  73. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
  74. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  75. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
  76. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  77. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  78. μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
  79. ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
  80. αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
  81. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·
  82. ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
  83. Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
  84. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  85. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο
  86. χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
  87. οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
  88. ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·
  89. σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον
  90. κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
  91. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  92. καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
  93. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  94. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,
  95. ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
  96. δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
  97. πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  98. ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
  99. ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
  100. κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
  101. πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
  102. οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
  103. ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
  104. καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
  105. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  106. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  107. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  108. καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
  109. Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
  110. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
  111. παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
  112. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
  113. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
  114. ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
  115. ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
  116. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  117. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
  118. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  119. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  120. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
  121. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  122. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  123. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  124. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  125. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  126. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  127. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  128. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  129. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  130. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  131. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  132. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  133. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  134. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  135. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  136. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  137. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  138. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  139. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  140. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  141. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  142. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  143. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
  144. καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  145. ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
  146. φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
  147. ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
  148. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  149. μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  150. καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  151. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  152. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  153. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  154. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  155. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  156. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  157. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  158. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  159. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  160. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  161. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  162. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  163. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
  164. ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
  165. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  166. νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  167. τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
  168. μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
  169. εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
  170. νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.