Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
  2. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
  3. αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
  4. αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
  5. ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
  6. εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες