Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  2. ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  3. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  4. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
  5. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
  6. ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
  7. ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
  8. βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας