Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  2. ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
  3. ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
  4. στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·
  5. τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.
  6. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ