Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  2. ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,
  3. ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·
  4. στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·