Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
  2. αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
  3. οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
  4. ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
  5. ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
  6. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  7. ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  8. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  9. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
  10. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
  11. ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
  12. ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
  13. βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας