Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
  2. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
  3. ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
  4. αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
  5. οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
  6. ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
  7. ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
  8. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  9. ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  10. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  11. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,