Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
  2. εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
  3. τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
  4. ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
  5. χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
  6. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  7. οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.