Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  2. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  3. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  4. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  5. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  6. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  7. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  8. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  9. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  10. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
  11. εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·