Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
  2. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
  3. ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
  4. ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
  5. Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
  6. ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
  7. οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
  8. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  9. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  10. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  11. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  12. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  13. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  14. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.