Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
  2. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
  3. ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  4. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
  5. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  6. ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  7. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  8. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  9. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  10. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  11. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  12. Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
  13. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  14. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
  15. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  16. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  17. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  18. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  19. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  20. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  21. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  22. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  23. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
  24. σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
  25. αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
  26. μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
  27. τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
  28. εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
  29. τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
  30. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
  31. κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
  32. τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
  33. Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
  34. τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
  35. ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
  36. τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,
  37. ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
  38. ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
  39. ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
  40. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  41. πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.
  42. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  43. Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
  44. ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,
  45. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν
  46. Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
  47. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
  48. δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς
  49. οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
  50. ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
  51. ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
  52. ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
  53. ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
  54. εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  55. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  56. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  57. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
  58. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  59. ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς