Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
  • ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
  • σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
  • ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
  • ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
  • ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  • πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
  • ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  • ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  • στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  • λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  • κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  • μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  • ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  • Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
  • μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  • μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
  • αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  • νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  • ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  • ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  • καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,