Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
  2. οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  3. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  4. βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  5. οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  6. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
  7. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
  8. ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
  9. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
  10. ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
  11. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
  12. Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
  13. Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  14. ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
  15. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  16. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  17. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  18. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  19. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  20. οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
  21. ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
  22. νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
  23. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
  24. ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
  25. ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
  26. ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
  27. ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
  28. Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
  29. ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
  30. οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
  31. στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
  32. κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
  33. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  34. ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,
  35. ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
  36. οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
  37. ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
  38. οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
  39. ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
  40. δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
  41. τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
  42. νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
  43. πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
  44. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
  45. τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
  46. οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
  47. Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
  48. δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
  49. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  50. βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
  51. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
  52. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  53. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  54. ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
  55. λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
  56. ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
  57. οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς
  58. οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
  59. ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,
  60. οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,
  61. μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
  62. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
  63. ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
  64. σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
  65. τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
  66. δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
  67. τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
  68. τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
  69. ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
  70. εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·
  71. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
  72. χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·
  73. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
  74. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  75. δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.
  76. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
  77. Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
  78. Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
  79. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
  80. ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
  81. σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
  82. ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
  83. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
  84. ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  85. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
  86. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  87. ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  88. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  89. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  90. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  91. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  92. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  93. Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
  94. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  95. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
  96. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  97. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  98. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  99. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  100. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  101. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  102. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  103. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  104. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
  105. σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
  106. αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
  107. μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
  108. τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
  109. εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
  110. τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
  111. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
  112. κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
  113. τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
  114. Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
  115. τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
  116. ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
  117. τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,
  118. ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
  119. ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
  120. ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
  121. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  122. πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.
  123. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  124. Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
  125. ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,
  126. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν
  127. Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
  128. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
  129. δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς
  130. οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
  131. ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
  132. ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
  133. ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
  134. ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
  135. εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  136. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  137. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  138. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
  139. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  140. ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς
  141. ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
  142. τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
  143. πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
  144. ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
  145. ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
  146. ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·
  147. δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
  148. δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
  149. θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
  150. ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.