οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷτείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺςδυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴηὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·