οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαιἸκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγαςεἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνονμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειταλευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶςοἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,