μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαιἸκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγαςεἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνονμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειταλευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶςοἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷτείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺςδυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴηὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳχρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·