Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
  2. αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  3. κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
  4. οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  5. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  6. βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  7. οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  8. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
  9. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
  10. ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
  11. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
  12. ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
  13. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
  14. Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
  15. Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  16. ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
  17. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  18. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  19. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  20. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  21. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  22. οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
  23. ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
  24. νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
  25. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
  26. ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
  27. ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
  28. ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
  29. ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
  30. Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
  31. ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
  32. οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
  33. στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
  34. κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
  35. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  36. ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,
  37. ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
  38. οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
  39. ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
  40. οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
  41. ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
  42. δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
  43. τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
  44. νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
  45. πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
  46. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
  47. τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
  48. οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
  49. Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
  50. δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
  51. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  52. βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
  53. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
  54. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  55. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  56. ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα