Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
  2. ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
  3. παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
  1. Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
  2. οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
  3. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  4. οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
  5. ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
  6. ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
  7. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
  8. ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
  9. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,