ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳδοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖντοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπανταπάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαιἸκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγαςεἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνονμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειταλευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶςοἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·