Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
- οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
- ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
- δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
- τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
- νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
- πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
- μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
- τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
- οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
- Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
- δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
- οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
- βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
- εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
- μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
- οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
- ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
- λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
- ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
- οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς
- οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
- ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,
- οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,
- μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
- λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
- ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
- σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
- τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
- δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
- τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
- τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
- ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
- εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·
- τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
- χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·
- νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
- ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
- δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
- Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
- Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
- Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
- ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
- σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
- ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
- ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
- ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
- ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
- ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
- στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
- λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
- κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
- μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
- ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
- Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
- μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
- μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
- αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
- ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
- νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
- ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
- ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
- καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
- καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
- ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
- σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
- αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
- μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
- τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
- εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
- τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
- ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
- κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
- τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
- Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
- τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
- ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
- τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,