Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  2. ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
  3. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  4. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  5. ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  6. δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
  7. στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
  8. λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
  9. ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
  10. παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
  1. Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,