Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  2. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  3. ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
  4. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  5. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  6. ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.