Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  2. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
  3. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  4. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  5. ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.