Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  2. εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
  3. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  4. δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
  5. ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
  6. οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
  7. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  8. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
  9. κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
  10. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
  11. νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
  12. ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
  13. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
  14. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  15. ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
  16. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  17. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
  18. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  19. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  20. ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
  21. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  22. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  23. ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  24. δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
  25. στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
  26. λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
  27. ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
  28. παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
  1. Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
  2. οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
  3. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  4. οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
  5. ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
  6. ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.