ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳδοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖντοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπανταπάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαιἸκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,