Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
  2. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  3. βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·
  4. ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
  5. πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
  6. οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν
  7. ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
  8. αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
  9. ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
  10. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
  11. Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι