Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
  2. πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
  3. ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  4. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
  5. ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
  6. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  7. αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
  8. ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
  9. Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.
  10. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  11. Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
  12. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
  13. ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
  14. ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
  15. ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
  16. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  17. καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ
  18. ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
  19. στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι
  20. ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
  21. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  22. βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·
  23. ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
  24. πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
  25. οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν
  26. ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
  27. αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
  28. ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
  29. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
  30. Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
  31. ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
  32. ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
  33. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  34. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  35. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  36. εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
  37. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  38. δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
  39. ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
  40. οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
  41. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  42. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
  43. κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
  44. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
  45. νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
  46. ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
  47. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
  48. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  49. ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
  50. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  51. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
  52. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  53. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  54. ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
  55. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  56. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  57. ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  58. δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
  59. στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
  60. λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
  61. ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
  62. παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
  1. Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
  2. οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
  3. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  4. οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
  5. ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
  6. ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
  7. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
  8. ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
  9. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
  10. οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
  11. στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  12. ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
  13. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  14. Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
  15. τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
  16. πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
  17. ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
  18. εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
  19. λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
  20. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
  21. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  22. Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
  23. οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
  24. αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
  25. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  26. Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  27. ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
  28. οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
  29. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  30. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  31. ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
  32. ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
  33. δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
  34. οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
  35. χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
  36. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
  37. ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
  38. κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
  39. πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
  40. δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν