Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
  2. κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
  3. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  4. ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,
  5. ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
  6. οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
  7. ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
  8. οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
  9. ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
  10. δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
  11. τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
  12. νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
  13. πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
  14. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
  15. τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
  16. οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
  17. Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
  18. δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
  19. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  20. βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
  21. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
  22. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  23. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  24. ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα