Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  2. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
  3. ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
  4. οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
  5. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
  6. δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
  7. ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
  8. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
  9. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
  10. μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
  11. ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
  12. κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
  13. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  14. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
  15. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
  16. εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
  17. αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·
  18. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
  19. μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
  20. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  21. νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
  22. ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
  23. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  24. τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
  25. ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
  26. μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης
  27. διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
  28. οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
  29. ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.