Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
  2. ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
  3. οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
  4. στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
  5. κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
  6. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  7. ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,
  8. ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
  9. οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
  10. ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
  11. οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
  12. ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ