Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  2. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  3. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  4. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  5. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
  6. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  7. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
  8. ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
  9. οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
  10. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
  11. δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
  12. ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
  13. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
  14. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
  15. μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
  16. ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
  17. κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
  18. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  19. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
  20. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·