Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  2. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  3. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  4. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  5. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  6. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
  7. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  8. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,