Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  2. τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  3. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  4. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  5. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  6. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  7. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  8. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·