Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
  2. ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
  3. ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
  4. ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
  5. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
  6. τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  7. τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  8. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  9. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  10. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  11. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  12. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  13. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
  14. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  15. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
  16. ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
  17. οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
  18. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
  19. δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
  20. ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
  21. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
  22. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
  23. μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
  24. ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
  25. κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι