Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
  2. ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
  3. ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
  4. ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
  5. ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
  6. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
  7. τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  8. τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  9. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  10. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  11. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.