Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
  2. ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
  3. οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
  4. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  5. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
  6. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
  7. ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
  8. ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
  9. ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,