Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
  2. ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
  3. γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
  4. ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
  5. ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
  6. οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
  7. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  8. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.