Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
  2. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
  3. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  4. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
  5. ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
  6. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
  7. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
  8. νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
  9. ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
  10. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  11. Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
  12. δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.