Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
  2. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
  3. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
  4. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
  5. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  6. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
  7. ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
  8. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
  9. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
  10. νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
  11. ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
  12. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  13. Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
  14. δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
  15. ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
  16. κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
  17. νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
  18. πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
  19. πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
  20. ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
  21. εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
  22. ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
  23. γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
  24. ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
  25. ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
  26. οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
  27. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  28. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
  29. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
  30. ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
  31. ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
  32. ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
  33. ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
  34. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·