Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  2. βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
  3. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
  4. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
  5. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
  6. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  7. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
  8. ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
  9. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
  10. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,