εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τεἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.