Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  2. Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  3. εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
  4. οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
  5. οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
  6. εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
  7. οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
  8. παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
  9. οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
  10. ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  11. οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,