Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
  2. καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
  3. νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
  4. ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
  5. μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
  6. ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  7. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
  8. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  9. Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  10. εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
  11. οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
  12. οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.