Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
  • καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
  • νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
  • ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
  • μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.