Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπεςἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼνδαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺςἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάωνπεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.