Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  • μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  • σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  • ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  • ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  • λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  • ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
  • ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
  • σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
  • οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
  • νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
  • ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
  • παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.