Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  2. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  3. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  4. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  5. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  6. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  7. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  8. ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
  9. ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
  10. σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
  11. οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
  12. νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες