Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
  2. πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
  3. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  4. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  5. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  6. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  7. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  8. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  9. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  10. ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
  11. ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
  12. σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως