Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
  2. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
  3. ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
  4. εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
  5. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  6. σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
  7. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
  8. ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  9. Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
  10. καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
  11. πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
  12. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  13. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  14. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  15. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  16. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  17. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  18. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  19. ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
  20. ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
  21. σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
  22. οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
  23. νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
  24. ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
  25. παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
  26. τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
  27. Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
  28. ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
  29. ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
  30. εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν