Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα
  2. ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
  3. ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
  4. εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας
  5. ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
  8. ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
  9. ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
  10. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  11. οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
  12. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  13. νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  14. ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
  15. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
  16. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
  17. ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
  18. εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
  19. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  20. σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
  21. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
  22. ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  23. Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
  24. καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
  25. πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
  26. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  27. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  28. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  29. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  30. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  31. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  32. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  33. ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
  34. ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
  35. σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
  36. οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
  37. νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
  38. ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
  39. παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
  40. τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
  41. Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
  42. ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
  43. ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
  44. εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
  45. δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
  46. ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,
  47. οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
  48. ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
  49. εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
  50. ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,
  51. τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,
  52. οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
  53. ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
  54. πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
  55. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
  56. οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,
  57. μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
  58. Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  59. χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
  60. κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
  61. καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
  62. νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
  63. ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
  64. μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
  65. ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  66. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
  67. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  68. Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  69. εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
  70. οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
  71. οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
  72. εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
  73. οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
  74. παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
  75. οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
  76. ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  77. οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
  78. ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
  79. τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
  80. ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
  81. οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
  82. ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
  83. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
  84. τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
  85. ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
  86. ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
  87. ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
  88. οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
  89. δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
  90. αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
  91. πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
  92. τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
  93. ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
  94. ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
  95. Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  96. βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
  97. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
  98. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
  99. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
  100. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  101. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
  102. ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
  103. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
  104. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
  105. νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
  106. ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
  107. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  108. Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
  109. δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
  110. ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
  111. κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
  112. νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
  113. πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
  114. πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
  115. ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
  116. εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
  117. ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
  118. γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
  119. ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
  120. ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
  121. οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
  122. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  123. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
  124. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
  125. ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
  126. ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
  127. ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
  128. ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
  129. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
  130. τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  131. τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  132. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  133. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  134. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  135. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  136. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  137. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
  138. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  139. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
  140. ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
  141. οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
  142. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
  143. δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
  144. ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
  145. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
  146. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
  147. μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
  148. ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
  149. κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
  150. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  151. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
  152. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
  153. εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
  154. αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·
  155. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
  156. μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
  157. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  158. νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
  159. ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
  160. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  161. τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
  162. ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
  163. μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης
  164. διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
  165. οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
  166. ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.
  167. ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ
  168. πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.
  169. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  170. θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
  171. ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
  172. πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
  173. ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  174. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
  175. ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
  176. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  177. αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
  178. ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
  179. Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.
  180. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  181. Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
  182. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
  183. ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
  184. ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
  185. ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
  186. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  187. καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ
  188. ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
  189. στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι
  190. ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
  191. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  192. βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·
  193. ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
  194. πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
  195. οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν
  196. ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
  197. αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
  198. ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
  199. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
  200. Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
  201. ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
  202. ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
  203. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  204. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  205. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  206. εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
  207. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  208. δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
  209. ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
  210. οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
  211. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  212. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
  213. κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
  214. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
  215. νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
  216. ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
  217. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
  218. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  219. ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
  220. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  221. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
  222. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  223. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  224. ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
  225. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  226. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  227. ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  228. δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
  229. στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
  230. λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
  231. ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
  232. παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
  1. Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
  2. οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
  3. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  4. οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
  5. ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
  6. ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
  7. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
  8. ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
  9. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
  10. οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
  11. στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  12. ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
  13. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  14. Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
  15. τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
  16. πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
  17. ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
  18. εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
  19. λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
  20. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
  21. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  22. Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
  23. οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
  24. αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
  25. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  26. Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  27. ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
  28. οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
  29. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  30. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  31. ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
  32. ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
  33. δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
  34. οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
  35. χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
  36. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
  37. ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
  38. κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
  39. πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
  40. δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν